Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.213 Joseph. BJ 5.220 (English) >>Joseph. BJ 5.225

5.217ἐνέφαινον δʼ οἱ μὲν ἑπτὰ λύχνοι τοὺς πλανήτας· τοσοῦτοι γὰρ ἀπʼ αὐτῆς διῄρηντο τῆς λυχνίας· οἱ δὲ ἐπὶ τῆς τραπέζης ἄρτοι δώδεκα τὸν ζῳδιακὸν κύκλον καὶ τὸν ἐνιαυτόν. 5.218τὸ θυμιατήριον δὲ διὰ τῶν τρισκαίδεκα θυμιαμάτων, οἷς ἐκ θαλάσσης ἀνεπίμπλατο καὶ τῆς τε ἀοικήτου καὶ οἰκουμένης, ἐσήμαινεν ὅτι τοῦ θεοῦ πάντα καὶ τῷ θεῷ. 5.219τὸ δʼ ἐνδοτάτω μέρος εἴκοσι μὲν πηχῶν ἦν· διείργετο δὲ ὁμοίως καταπετάσματι πρὸς τὸ ἔξωθεν. ἔκειτο δὲ οὐδὲν ὅλως ἐν αὐτῷ, ἄβατον δὲ καὶ ἄχραντον καὶ ἀθέατον ἦν πᾶσιν, ἁγίου δὲ ἅγιον ἐκαλεῖτο. 5.220περὶ δὲ τὰ πλευρὰ τοῦ κάτω ναοῦ διʼ ἀλλήλων ἦσαν οἶκοι τρίστεγοι πολλοί, καὶ παρʼ ἑκάτερον εἰς αὐτοὺς ἀπὸ τῆς πύλης εἴσοδοι. 5.221τὸ δʼ ὑπερῷον μέρος τούτους μὲν οὐκέτι εἶχεν τοὺς οἴκους παρόσον ἦν καὶ στενότερον, ὑψηλὸν δʼ ἐπὶ τεσσαράκοντα πήχεις καὶ λιτότερον τοῦ κάτω· συνάγεται γὰρ οὕτως πρὸς ἑξήκοντα τοῖς τοῦ ἐπιπέδου πηχῶν ἑκατὸν τὸ πᾶν ὕψος. 5.222

Τὸ δʼ ἔξωθεν αὐτοῦ πρόσωπον οὐδὲν οὔτʼ εἰς ψυχῆς οὔτʼ εἰς ὀμμάτων ἔκπληξιν ἀπέλειπεν· πλαξὶ γὰρ χρυσοῦ στιβαραῖς κεκαλυμμένος πάντοθεν ὑπὸ τὰς πρώτας ἀνατολὰς πυρωδεστάτην ἀπέπαλλεν αὐγὴν καὶ τῶν βιαζομένων ἰδεῖν τὰς ὄψεις ὥσπερ ἡλιακαῖς ἀκτῖσιν ἀπέστρεφεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.213 Joseph. BJ 5.220 (English) >>Joseph. BJ 5.225

Powered by PhiloLogic